Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.180 Joseph. AJ 12.185 (English) >>Joseph. AJ 12.190

12.183ἐπιχειρούντων δὲ καὶ Σκυθοπολιτῶν ὑβρίζειν αὐτὸν καὶ μὴ παρέχειν τοὺς φόρους αὐτῷ, οὓς μηδὲν ἀμφισβητοῦντες ἐτέλουν, καὶ τούτων ἀποκτείνας τοὺς πρώτους τὰς οὐσίας αὐτῶν ἀπέστειλε τῷ βασιλεῖ. 12.184συναγαγὼν δὲ πολλὰ χρήματα καὶ κέρδη μεγάλα ποιήσας ἐκ τῆς ὠνῆς τῶν τελῶν, εἰς τὸ διαμεῖναι τὴν ὑπάρχουσαν αὐτῷ δύναμιν τοῖς οὖσι κατεχρήσατο, τὴν ἀφορμὴν αὐτῷ καὶ τὴν ὑπόθεσιν τῆς τότε εὐτυχίας τηρεῖν φρόνιμον ἡγούμενος ἐξ αὐτῶν ὧν αὐτὸς ἐκέκτητο· 12.185πολλὰ γὰρ ὑπὸ χεῖρα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ δῶρα ἔπεμπεν καὶ τοῖς φίλοις αὐτῶν καὶ πᾶσιν τοῖς περὶ τὴν αὐλὴν δυνατοῖς ὠνούμενος διὰ τούτων τὴν εὔνοιαν τὴν παρʼ αὐτῶν. 12.186

Ἀπέλαυσε δὲ ταύτης τῆς εὐτυχίας ἐπὶ ἔτη εἴκοσι καὶ δύο, πατὴρ μὲν γενόμενος ἐκ μιᾶς γυναικὸς παίδων ἑπτά, ποιησάμενος δὲ καὶ ἐκ τῆς τοῦ ἀδελφοῦ Σολυμίου θυγατρὸς ἕνα Ὑρκανὸν ὄνομα. 12.187γαμεῖ δὲ ταύτην ἐξ αἰτίας τοιαύτης· τἀδελφῷ ποτε συνελθὼν εἰς Ἀλεξάνδρειαν ἄγοντι καὶ τὴν θυγατέρα γάμων ὥραν ἔχουσαν, ὅπως αὐτὴν συνοικίσῃ τινὶ τῶν ἐπʼ ἀξιώματος Ἰουδαίων, καὶ δειπνῶν παρὰ τῷ βασιλεῖ, ὀρχηστρίδος εἰσελθούσης εἰς τὸ συμπόσιον εὐπρεποῦς ἐρασθεὶς τῷ ἀδελφῷ τοῦτο μηνύει παρακαλῶν αὐτόν, ἐπεὶ καὶ νόμῳ κεκώλυται παρὰ Ἰουδαίοις ἀλλοφύλῳ πλησιάζειν γυναικί, συγκρύψαντα τὸ ἁμάρτημα καὶ διάκονον ἀγαθὸν γενόμενον παρασχεῖν αὐτῷ ὥστʼ ἐκπλῆσαι τὴν ἐπιθυμίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.180 Joseph. AJ 12.185 (English) >>Joseph. AJ 12.190

Powered by PhiloLogic